
ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;

τοῦ Ἰανουαρίου ἔσονται ἀγωγαὶ καιναί
συναγόμεθα ἅπαξ τῇ ἑβδομάδι καὶ λαλοῦμεν περὶ τῶν γραφῶν καὶ Ἰησοῦ.

ἀκούετε νῦν τὴν ἐπιστολὴν πρὸς Φιλήμονα.

εἰρήνη ἡ εἴσοδος ὑμῶν
μανθάνετε τὴν Ἑλληνικήν; καλῶς ποιεῖτε.
ὧδε ἔχομεν τέσσαρα τάγματα· οἱ ἀρχόμενοι, οἱ μανθάνοντες, οἱ προκόπτοντες καὶ οἱ γινώσκοντες τήν τε Ἑλληνικὴν καὶ τὴν Ἑβραϊκήν εἰσιν. ἐκλέξασθε τὸ τάγμα ὑμῶν. εἰσέλθατε. μανθάνετε.
οἱ ἀρχόμενοι
φιλεῖς τὴν Ἑλληνικήν; γινώσκεις ὀλίγον; θέλεις μανάθνειν; καλῶς ποιεῖς. χαίρομεν ὅτι σὺ εἶ ὧδε.
οἱ μανθάνοντες
ἤδη γινώσκετε τὴν Ἑλληνικήν; θέλετε μανθάνειν ἔτι πλεῖον; ἤλθατε πρὸς τόπον καλόν. νῦν δὲ εἰσέλθατε.
οἱ προκόπτοντες
ὡς διψῶντες ἐπιποθεῖτε μανθάνειν τὴν γλῶσσαν; θέλετε ἀναγινώσκειν εὐκόπως ὡς πίνουσιν ὕδωρ;
οἱ γινώσκοντες τήν τε Ἑλληνικὴν καὶ τὴν Ἑβραϊκήν
ἤδη γινώσκετε τὴν Ἑλληνικὴν χρώμενοι αὐτῇ καλῶς; συνήκατε δὲ καὶ τὴν Ἑβραϊκήν; χαίρομεν ἐπὶ τούτῳ λίαν. νῦν δὲ δυνάμεθα μετὰ πάσης προθυμίας καὶ ἀκριβέστερον ὁμιλεῖν περὶ τοῦ Ἰησοῦ ἀνακρίνοντες τὰς γραφάς, ὡς οἱ δύο μαθηταὶ καὶ ὁ Ἰησοῦς πορευόμενοι ἐν τῇ ὁδῇ πρὸς Ἐμμαοὺς ὡμίλουν περὶ τοῦ χριστοῦ.

ἡ ὁδὸς πρόκειται ὑμῖν.
ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου.
—Σαούλ

μανθάνετε καὶ ἐν σχολῇ
μάθημα γίνεται ἅπαξ τῇ ἑβδομάδι μετὰ διδασκάλου καὶ ἄλλων μαθητῶν
καὶ ἔτι ἄλλα μαθήματα καὶ μελετήματά ἐστιν κατ᾽ ἱδίαν τὰς ἄλλας ἡμέρας τῆς ἑβδομάδος