οἱ γινώσκοντες τήν τε Ἑλληνικὴν καὶ τὴν Ἑβραϊκήν

ὧδε μανθάνετε περὶ τόπων ἐν ταῖς γραφαῖς πᾶσιν· τοῦτ᾽ ἔστιν ἐν τῇ μὲν καινῇ διαθήκῃ, ἐν τῷ δὲ νόμῳ τοῦ Μωϋσέως καὶ τοῖς προφήταις καὶ ταῖς ἄλλαις ἐν τῇ Ἐβραϊκῇ γραφαῖς

 

περὶ τοῦ πνεύματος

κεφάλαιον α´

τὸ φρόνηνα τοῦ πνεύματος

 
 

μέρος α´· ἡ δωρεά

«αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» (κατὰ Λουκᾶν γ´ 16) οὕτως γὰρ εἶπεν Ἰωάννης ὁ βαπτίζων πρὸς τὸν ὄχλον περὶ τοῦ Ἰησοῦ. ἤγγικεν δὲ ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ἐν ταύτῃ τῇ βασιλείᾳ μετὰ τὸ σταυρωθῆναι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῦ ἐκκέχυται τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τοὺς μαθητὰς αὐτοῦ πάντας, Ἰουδαίους τε καὶ Ἕλληνας ὄντας· πῶς δὲ διαφέρει αὕτη ἡ δωρεὰ τῶν ἄλλων δωρεῶν τοῦ θεοῦ;

μέρος β´· δύο φρονήματα

«τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη.» (πρὸς τοὺς Ῥωμαΐους η´ 6). οὕτως γράφει ὁ Παῦλος πρὸς μαθητὰς τοῦ Ἰησοῦ ἐν Ῥώμῃ, δείξας αὐτοῖς δύο ὁδούς. καίπερ γὰρ ἔχοντες τὸ ἅγιον πνεῦμα, δύνανται οὗτοι τὰ κακὰ πράσσειν, εἰ τὰ τοῦ πνεύματος οὐ φρονοῦσιν. ποῦ οὖν φρονοῦμεν; ἐν τῇ καρδίᾳ ἢ, ὡς λέγεται Ἑβραϊκστί, ἐν τῷ לב.

δεῖ οὖν ἡμᾶς, μαθητρίας τε καὶ μαθητὰς τοῦ Ἰησοῦ ὄντας, καρδίαν καθαρὰν ἔχειν εἰς τὸ φρονεῖν τε τὰ τοῦ πνεύματος καὶ περιπατεῖν κατὰ πνεῦμα, ἵνα καρποφορῶμεν ἐν πνεύματι. εἰ δὲ μή γε, φερόμεθα εἰς θάνατον τῷ νοήματι καὶ ταῖς πράξεσιν ἡμῶν.

μέρος γ´· τὸ φρόνημα τῆς σαρκός

«καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.» וְעַתָּה מַמְלַכְתְּךָ לֹא־תָקוּם בִּקֵּשׁ יְהוָה לוֹ אִישׁ כִּלְבָבוֹ. οὕτως εἶπεν ὁ Σαμουὴλ πρὸς τὸν Σαούλ. εἶχεν μὲν γὰρ ὁ πρῶτος βασιλεὺς τοῦ Ἰσραὴλ τὸ ἅγιον πνεῦμα, οὐ πάντοτε δὲ ἤγετο τῷ πνεύματι.

ὅτε δὲ ἠπείθησεν ὁ βασιλεὺς τῷ λόγῳ τοῦ θεοῦ πολλάκις καὶ μεγάλως, εἶπεν αὐτῷ ὁ κύριος ὅτι ἡ βασιλεία αὐτοῦ οὐ στήσεται. δεῖ οὖν ἡμᾶς φρονεῖν τε τὰ τοῦ πνεύματος καὶ ἄγεσθαι τῷ πνεύματι, ἵνα ὄντως εὐλογία ὦμεν τοῖς ἄλλοις καὶ μάλιστα ἀρέσκωμεν τῷ θεῷ. ἄξιος γάρ ἐστιν ὁ κύριος.

 

μέρος δ´· ἡ κρίσις τοῦ καρδιογνώστου θεοῦ

«ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν.» הָאָדָם יִרְאֶה לַעֵינַיִם וַיהוָה יִרְאֶה לַלֵּבָב. οὕτως εἶπεν ὁ θεὸς πρὸς τὸν Σαμουήλ, ὅτε ἦν ἐν τῇ Βηθλέεμ ζητῶν τινα ἵνα καταστήσῃ αὐτὸν βασιλέα ἀντὶ τοῦ Σαούλ.

οὐκ ἐξελέξατο δὲ ὁ θεὸς τὸν πρεσβύτατον υἱὸν τοῦ Ἰεσσαί, καίπερ καλὸν φαινόμενον, ἀλλὰ τὸν νεώτατον υἱόν, τὸν καλούμενον Δαυίδ, διὰ τὴν καρδίαν αὐτοῦ. ὁ γὰρ καρδιογνώστης θεὸς κρίνει κατ᾽ ἀλήθειαν. καὶ ἐζήτει ὁ θεὸς καρδίαν ἐν ᾗ ἐδύνατο τὸ πνεῦμα αὐτοῦ ἐνοικεῖν καὶ μένειν.

μέρος ε´· τὰ παθήματα τοῦ Δαυίδ

«καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω.» וַתִּצְלַח רוּחַ־יְהוָה אֶל־דָּוִד מֵהַיּוֹם הַהוּא וָמָעְלָה. διὰ τὴν δὲ καρδίαν αὐτοῦ ἐδύνατο ὁ κύριος πληροῦν τὴν Δαυὶδ πνεύματος. πεπληρωμένος δὲ πνεύματι ἁγίῳ ὁ νέος βασιλεὺς οὐκ ἀπέδωκεν κακὸν ἀντὶ κακοῦ, καίπερ πάσχων καὶ διωκόμενος ὑπ᾽ ἄλλων. ἐπέτρεπεν γὰρ ὁ Δαυὶδ τῷ πνεύματι ἄγειν αὐτόν. διὸ ἔλαβεν ἐπαγγελίαν καλλίστην παρὰ τοῦ θεοῦ, ἵνα ἐξέλθῃ ὁ χριστὸς ἐκ τοῦ οἴκου αὐτοῦ.

 μέρος ϝ´· παράκλησις

πῶς οὖν δεῖ ἡμᾶς τὸν ἐν σαρκὶ χρόνον βιῶσαι, πλήρεις πνεύματος ἁγίου ὄντας; ὡς καὶ ὁ Ἰησοῦς ἐποίησεν, πρέπει καὶ ἡμῖν ἐπιτρέπειν τῷ πνεύματι ἄγειν ἡμᾶς, καίπερ πάσχοντάς ποτε ἐν τῷ ὀνόματι Χριστοῦ.

ἄγει γὰρ ἡμᾶς τὸ πνεῦμά ποτε εἰς παθήματα διὰ τῆς ἀγάπης. τοῦτο δέ ἐστιν ὑπὲρ τῶν ἄλλων.

μεταμορφούμεθα οὖν τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν διὰ τοῦ ἁγίου πνεύματος, ἐν τῷ μανθάνειν ἡμᾶς ἀληθῶς ἀγαπᾶν τοὺς ἄλλους πάντοτε, καίπερ ἐχθροὺς ἡμῶν τινας ὄντας. δεῖ οὖν ἡμᾶς μανθάνειν τὰς γραφὰς καὶ ποιεῖν τὰς ἀγαθὰς πράξεις τὰς γεγραμμένας ἐκεῖ.

 

פֵּתַח דְּבָרֶיךָ יָאִיר

מֵבִין פְּתָיִים

תהלים קיט׳

 
 

ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ

καὶ συνετιεῖ νηπίους.

ψαλμοὶ ριη´