οἱ προκόπτοντες

ὧδε ἀναγινώσκοντες μὲν θεώμενοι δὲ καὶ ἀκούοντες μανθάνετε περὶ τόπων ἐν ταῖς γραφαῖς

 

ἔστω ἡ προκοπὴ ὑμῶν μεγάλη καὶ ἐν χαρᾷ

γινώσκετε γραμματικὰ ἱκανά. δύνασθε ἀναγινώσκειν πολλὰ ἐκ τῶν γραφῶν καὶ συνιέναι. πῶς οὖν νῦν προκόπτετε;

ὧδε ἐν τῷ τάγματι τῶν προκοπτόντων ἀναγινώσκοντες μὲν τὰ γεγραμμένα θεώμενοι δὲ τὰς κινούσας εἰκόνας καὶ ἀκούοντες μανθάνετε περὶ τόπων ποικίλων ἐν ταῖς γραφαῖς.

περὶ τοῦ μανθάνειν τὰς γραφὰς

 
 

πῶς πρέπει ἡμῖν μανθάνειν τὰς γραφὰς εἰς τὸ γινώσκειν αὐτὰς καλῶς χωρὶς τῆς ἀναγνώσεως; ἐν ταύτῃ τῇ τάξει τῆς διδασκαλίας πειρῶμαι βοηθεῖν ὑμῖν μανθάνειν δίδους ὑποδείγματα κατὰ τὴν πεῖραν ἣν ἔλαβον ἔτη ἱκανά. εὐλογήσαι ὑμᾶς ὁ θεὸς ἐν πᾶσιν, ὡς κατανοῦντας τὰς γραφὰς ἡμέρας καὶ νυκτός, ὄντας τε ὡς δένδρα πεφυτευμένα παρὰ ποταμόν.

 
 

μέρος α´· ἡ φιλία τοῦ θεοῦ

μανθάνω τὰς γραφὰς καλῶς ὅταν θέλω σφόδρα γινώσκειν ἃ προτίθεμαι μαθεῖν. δίδωμι οὖν ὑπόδειγμα ἐκ τῆς ἐπιστολῆς ἣν ἔγραψεν Ἰάκωβος ὁ ἀδελφὸς καὶ δοῦλος τοῦ Ἰησοῦ.

ἔδειξεν ἡμῖν ὁ Ἰάκωβος πῶς ἐγένετο ὁ Ἀβραὰμ φίλος τοῦ θεοῦ, λαλῶν περὶ δύο περιοχῶν. πότε ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα «καὶ φίλος θεοῦ ἐκλήθη»; τί ἐποίησεν ὁ πατριάρχης; ἀκούσατε καὶ ἴδετε.

(μόνον συγγνώμην μοι ἔχετε, ὅτι δύσκολόν ἐστιν ἀκούειν καὶ συνιέναι ῥήματά τινα διὰ τὴν βίαν τοῦ ἀνέμου.)

μέρος β´· ὁ ἀγαπῶν ἡμᾶς

ὅταν δύνωμαι χρήσασθαι γραφῇ τινι ἐν προσευχῇ πρὸς τὸν ἀγαπῶντα με ὑπὲρ πάντα, μανθάνω αὐτὴν καλῶς; λαλῶ ὧδε περὶ προσευχῆς καὶ περὶ τῆς γραφῆς τῆς λεγούσης «τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ.»

τὸ γὰρ ὑπόδειγμα τοῦτο ἐκ ἀποκαλύψεως Ἰησοῦ χριστοῦ δίδωσιν ἡμῖν ἀφορμὴν καλὴν τῆς προσευχῆς.

μέρος γ´

ἔτι ἔρχεται.

 
resurrection_of_widows_son_in_Nain_Luke_7.jpg

ἡ ἀνάστασις τοῦ υἱοῦ τῆς χήρας

προεθέμην συγγράψαι τι μακρὰν δεικνὺς τὸν τρόπον ὃν διηγοῦντο οἱ ἀρχαῖοι μαθηταὶ περὶ τοῦ Ἰησοῦ τοῦ Ναζωραίου. συγκρίνω ὧδε τὸ διήγημα περὶ τῆς ἀνάστασεως τοῦ υἱοῦ ἐν Ναῒν τοῖς δυσὶν διηγήμασιν περὶ τοῦ τε Ἠλίου καὶ τοῦ Ἐλισαιέ, προφητῶν μεγάλων τοῦ Ἰσραὴλ ὑπαρχόντων.

ἡ σύγκρισις δηλοῖ ὅτι ἀναγκαῖον μέν ἐστιν ἀναγνωθῆναι ὁμοῦ τὰς τρεῖς περιοχάς. βαρύτερα δέ ἐστιν τὰ διαφέροντα, οἷς δείκνυσιν ὁ διηγούμενος πόσῳ κρείσσων εἴῃ ὁ Ἰησοῦς τῶν δύο προφητῶν. σπλαγχνισθεὶς γάρ τε ὁ διδάσκαλος κινεῖ ἀρχὴν τῶν πραγμάτων, ἐν ἡσυχίᾳ δὲ ἀναστρεφόμενος κελεύει τὸν νεανίσκον ἀναστῆναι. οὐ προσεύχεται. ἐκ τῶν διαφερόντων δὲ βλέπομεν ὅτι πράσσει ὁ Ἰησοῦς τὸ πᾶν, ὡς ὅμοιος ὣν τῷ θεῷ τοῦ Ἰσραήλ.

 

τὸ μῖσος καὶ ἡ ἀγάπη καὶ ὁ θάνατος

πῶς πρέπει ἡμῖν νομίζειν περὶ τοῦ μίσους καὶ τῆς ἀγάπης καὶ τοῦ θανάτου κατὰ τὸν Ἰησοῦν; ἐδίδαξεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ὅτι δεῖ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας. καὶ εἶπεν ὅτι μισήσουσιν ἄνθρωποί τινες τοὺς μαθητὰς αὐτοῦ. οὐ γὰρ πάντες ἐδέξαντο τὸν Ἰησοῦν, οὐδὲ πάντες δέξονται τοὺς μαθητάς. οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλον ὑπὲρ τὸν κύριον αὐτοῦ (κατὰ Μαθθαῖον ι´). πάντες ἀποθνῄσκουσιν. τελευτῶσιν δέ τινες ἐν τρόπῳ χείρονι, ὡς ἀποκτανθέντες ὑπὸ τῶν ἐχθρῶν. δεῖ δὲ τοὺς ἀκολουθοῦντας τῷ Ἰησοῦ ἀγαπᾶν πάντας καίπερ τινὰς ἐχθροὺς ὄντας. οὐκ ἔστιν μείζων, ὡς οἶμαι, τοῦ Ἰησοῦ. καὶ κρεῖσσον τῆς νῦν ζωῆς ἔσται τὸ εἶναι μετ᾽ αὐτοῦ ἐν τῷ ἐρχομένῳ αἰῶνι.

sheep and shepherd shutterstock_42966970.jpg

πολλὰ πρόβατα· ποιμὴν εἷς.

διδάσκει ὁ Ἰησοῦς πολλάκις περὶ τῆς βασιλείας τῶν οὐρανῶν. ἐν ταῖς παραβολαῖς αὐτῶν καὶ ἐν τῇ διδασκαλίᾳ αὐτοῦ ἐν ἄλλοις τρόποις χρῆται ὁ διδάσκαλος τοῖς προβάτοις καὶ τῷ ποιμένι. τί ἐστιν ὁ συνδεσμὸς τοῦ βασιλέως τοῦ Ἰσραὴλ καὶ τῶν προβάτων;

 

πῶς δεῖ χρῆσθαι τοῖς ἀργυρίοις;

ὧδε ὁμιλῶ περὶ τῆς διδασκαλίας τοῦ Ἰησοῦ ἀναγινώσκων ἐκ τοῦ εὐαγγελίου κατὰ Μαθθαῖον καὶ κατὰ Λουκᾶν, ὅπου λέγει ὁ Ἰησοῦς ὅτι εὐδόκησεν ὁ θεὸς τοῦ ᾽Ισραὴλ δοῦναι ἡμῖν πάντα ὅσων ἂν χρείαν ἔχωμεν. παρακαλεῖ δὲ ἡμᾶς ὁ διδάσκαλος ὁ μέγας φυλάσσεσθαι ἀπὸ πάσης πλεονεξίας καὶ μὴ δουλεύειν τῷ Μαμωνᾷ, τοῦτ᾽ ἔστιν τῇ πλεονεξίᾳ καὶ τῇ φιλαργυρίᾳ. εἰ ἔχομεν πολλὰ ἢ ὀλίγα, ἀρκεῖ ἡμῖν. δεῖ δὲ τοὺς ἀκολουθοῦντας τῷ Ἰησοῦ διακονεῖν τοῖς ἄλλοις καὶ ἐν καιρῷ θλίψεως. διακονήσωμεν οὖν καὶ τοῖς μισοῦσιν ἡμᾶς καὶ τοῖς ποιοῦσιν ἡμῖν κακῶς. δυνάμεθα τοῦτο ποιεῖν ὅτι μέλει τῷ θεῷ περὶ ἡμῶν καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς ὁ θεὸς καὶ φιλεῖ ἕκαστον ἄνθρωπον.

περὶ τῶν σπλάγχνων τοῦ θεοῦ

διηγοῦμαι ὀλίγον περὶ ἐμαυτοῦ καὶ περὶ τοῦ κυρίου μου Ἰησοῦ τοῦ Μεσσίου. δείκνυμι μικρόν τι ὃ συντηρῶ ἐν τῇ καρδίᾳ μου ἐκ τῆς περιοχῆς περὶ τῆς ἀναστάσεως τοῦ νεκροῦ νεανίσκου ἐν τῇ Ναΐν (τὸ εὐαγγέλιον κατὰ Λουκᾶν ζ´). βλέπομεν ἐν τούτῳ τῷ διηγήματι τὰ σπλάγχνα τοῦ θεοῦ ἐν τῷ Ἰησοῦ. καὶ μανθάνομεν πῶς πολύσπλαχνός ἐστιν ὁ θεός.

 

τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

— Παῦλος, πρὸς τοὺς Φιλιππησίους