OMILEIN in desired font - cropped.png
 
τὰ ὄρια τῆς Ἰουδαίας οὐ μακρὰν ἀπὸ τῆς Ἰερουσαλήμ

τὰ ὄρια τῆς Ἰουδαίας οὐ μακρὰν ἀπὸ τῆς Ἰερουσαλήμ

 

εὑρίσκομεν τὸ ῥῆμα «ὁμιλεῖν» ἐν τῷ διηγήματι ἐν τῷ εὐαγγελίῳ κατὰ Λουκᾶν περὶ τῶν δύο μαθητῶν οἳ ἐπορεύοντο λυπούμενοι ἀπὸ Ἰερουσαλὴμ εἰς Ἐμμαοῦς. ἤκουσαν δὲ οἱ μαθηταὶ οὗτοι παρὰ μαθητριῶν τινων ὅτι ἀνέστη ὁ Ἰησοῦς ἐκ τῶν νεκρῶν. καὶ οὐκ ἐπίστευσαν. ἐλυποῦντο δὲ σφόδρα ὅτι ἐνόμιζον τὸν Ἰησοῦν ἔτι νεκρὸν εἶναι. καὶ ἐπορεύθησαν ἀπὸ τῆς Ἰερουσαλήμ. καὶ ἐλάλουν ἐν τῇ ὁδῷ περὶ πάντων ἃ ἐγένετο τῷ Ἰησοῦ ἐν Ἰερουσαλὴμ καὶ ἃ ἐλάλησαν αἱ μαθήτριαι. ἦλθεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτοὺς ἐν τῇ ὁδῷ αὕτῃ.

γεγραμμένον δέ ἐστιν· «καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.»

αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν τὸν Ἰησοῦν. ὁ δὲ κύριος ἤνοιξεν τὰς γραφὰς καὶ ἐδίδαξεν τοὺς μαθητὰς καὶ ἔδειξεν ἐν ταῖς γραφαῖς ὅτι πολλαὶ προφητεῖαι λέγουσιν ὅτι τὸν χριστὸν δεῖ παθεῖν καὶ ἀποθανεῖν καὶ μετὰ ταῦτα λαβεῖν δόξαν παρὰ τοῦ θεοῦ.

ἡμεῖς οἱ συνεργοὶ ἐν τῷ ΟΜΙΛΕΙΝ διδάσκομεν τὴν παλαιὰν Ἑλληνικὴν ὡς γλῶσσαν λαλουμένην. ἡ σχολὴ ἡμῶν ἐστιν ἐν τῷ διαδικτύῳ. πωλοῦμεν δὲ καὶ τοῖς διδασκάλοις μελετήματα καὶ βοηθήματα καὶ ἄλλα ἐπιτήδεια εἰς τὸ διδάσκειν κάλλιον καὶ μετὰ χαρᾶς.

ἔγγισον πρὸς ἡμᾶς, κύριε Ἰησοῦ, καὶ δίδασκε

ἐν τῷ ὁμιλεῖν ἡμᾶς περί σου.

 

καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.

— Λουκᾶς

μανθάνωμεν καὶ ἐραυνῶμεν τὰς γραφὰς ὁμου…