
Ἰωάννου ἐπιστολὴ δευτέρα
α´ Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, β´ διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· γ´ ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρὸς καὶ παρὰ Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρὸς ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
δ´ Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. ε´ καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλὰ ἣν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. ϝ´ καὶ αὕτη ἐστὶν ἡ ἀγάπη ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἡ ἐντολή ἐστιν καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε· ζ´ ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. η´ βλέπετε ἑαυτοὺς ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. θ´ πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. ι´ εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ια´ ὁ λέγων γὰρ αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
ιβ´ Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. ιγ´ ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.
ἡ ἔκδοσις τοῦ οἴκου τοῦ Τυνδαλ (THGNT)
ἀκούσατε πάλιν φωνὴν ἀναγινώσκουσαν τὴν ἐπιστολήν
τάχιον
ἀκούεται ἡ φωνὴ ὡς ἀνθρώπου λαλοῦντος πρὸς ἄλλους.
βραδύτερον
ἀκούεται ἡ φωνὴ ὡς ἀνθρώπου παρακύπτοντος καὶ ἀναγινώσκοντος.
τάχιστον
ἀκούεται ἡ φωνὴ ὡς ἀνθρώπου λαλοῦντος ταχέως.
βραδύτατον
ἀκούεται ἡ φωνὴ ὡς ἀνθρώπου μανθάνοντος τὰς λέξεις.
Taken from The Greek New Testament, copyright © 2017 by Tyndale House, Cambridge. Used by permission of Crossway, a publishing ministry of Good News Publishers. All rights reserved.
θέλετε μανθάνειν τὴν ἐπιστολήν;
δότε μοι διδάσκειν ὑμᾶς. εἰσέλθατε καὶ μάθετε τὴν σοφίαν τοῦ Ἰωάννου τοῦ πρεσβυτέρου ἣν ἔδωκεν αὐτῷ ὁ θεός.