Ἰσοκράτης

ἐγὼ ἀρχηγὸς μέν εἰμι τοῦ ΟΜΙΛΕΙΝ καὶ συγγραφεὺς μελετημάτων τε καὶ μαθημάτων καὶ διδάσκαλος τῆς Ἑλληνικῆς, μαθητὴς δὲ τοῦ Ἰησοῦ καὶ φοβούμενος τὸν θεόν.

Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

- Σαούλ

 
old city aerial shutterstock_767099851.jpg

ἡ γῆ τοῦ Ἰσραήλ

κατῴκησα ὀκτὼ ἔτη καὶ ἥμισυ ἔτους ἐν Ἰερουσαλήμ. ἔμαθον μὲν τὴν Ἑβραϊκὴν καὶ ἠραύνησα τὴν καινὴν διαθήκην ἐν τῷ Ἑβραϊκῷ πανεπιστημίῳ παρὰ τοὺς πόδας τοῦ Σέργ Ῥούζερ καὶ τοῦ Λώρεν Στυκενβρυκ. προέκοψα δὲ ἐν τῇ Ἑλληνικῇ, διδάσκων ὑπὲρ τοῦ Ἰωάννου Μποὺθ (BLC) καὶ ὑπὲρ τοῦ Χριστοφόρου ᾽Ρίκω.

 
Jordash in Vancouver IMG_4019.jpg

ἡ Καναδά

ἐν ταύτῃ μὲν τῇ χώρᾳ ἐγεννήθην καὶ ἀνετράφην. νῦν δὲ κατοικῶ ὧδε πάλιν, ὡς μὲν ἐραυνῶν τάς τε γραφὰς καὶ τὰ ἄλλα Ἰουδαϊκὰ βιβλία γεγραμμένα ἐν τῷ καιρῷ τοῦ Ἰησοῦ (ἐν τῷ πανεπιστημίῳ τοῦ Τυρίκου ὡς συνεργὸς τοῦ Γεωργίου Φρεΐ), μάλιστα δὲ διδάσκων τὴν Ἑλληνικὴν καὶ συγγράγων μαθήματα καὶ μελετήματα καὶ ἡγούμενος τοῦ ΟΜΙΛΕΙΝ.

ἐν παντὶ δὲ πειρῶμαι ἀκολουθεῖν τε τῷ μεγάλῳ διδασκάλῳ τῷ Ἰησοῦ καὶ μιμεῖσθαι αὐτόν.

 

μάθετε ἀπ᾽ ἐμοῦ. δότε μοι ἀφορμὴν δεῖξαι ὑμῖν, πῶς λαλοῦσιν αἱ γραφαὶ περὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ.