οἱ μανθάνοντες

ὧδε μανθάνετε περὶ τῆς Ἑλληνικῆς γλώσσης καὶ περὶ τῶν γραφῶν

ἕτοιμοί ἐστε μανθάνειν πολλά;

γινώσκετε πολλὰς λέξεις καὶ δύνασθε λαλεῖν καὶ ἀναγινώσκειν διηγήματα. νῦν θέλετε ἀναγινώσκειν πολλὰ ἐκ τῶν γραφῶν. πῶς ποιεῖτε τοῦτο;

ἐν τῷ τάγματι τούτῳ ἡμεῖς βοηθοῦμεν ὑμῖν μανθάνειν τὴν Ἑλληνικὴν καὶ ἀναγινώσκειν καλῶς ἐκ τῶν γραφῶν. μαθήσεσθε λέξεις καὶ τὰ γραμματικὰ καὶ μάλιστα περὶ τοῦ Ἰησοῦ.

Ἰωάννου ἐπιστολὴ β´.jpg

Ἰωάννου ἐπιστολὴ β´

θέλετε μανθάνειν τὴν δευτέραν ἐπιστολὴν τοῦ Ἰωάννου; νῦν δύνασθε.

διδάξω ὑμᾶς. ὧδε μαθήσεσθε τοὺς λόγους καὶ τοὺς τόπους ἐν τῇ ἐπιστολῇ. καὶ τὸ πᾶν ἐν τῇ Ἑλληνικῇ ἐστιν. εἰσελθόντες οὖν ἴδετε.

 

 

 

περὶ τοῦ θελήματος τοῦ θεοῦ

μέρος α´· ἡ χαρά

γράφουσιν ὁ Παῦλος καὶ ὁ Σιλουανὸς καὶ ὁ Τιμόθεος ἐπιστολὴν πρὸς τοὺς μαθητὰς τοῦ Ἰησοῦ ἐν τῇ Θεσσαλονίκῃ. Θεσσαλονικεῖς δὲ ἕτεροι ποιοῦσιν κακὰ τοῖς χριστιανοῖς ἐκεῖ. λέγουσιν δὲ ὁ Παῦλος καὶ ὁ Σιλουανὸς καὶ ὁ Τιμόθεος «πάντοτε χαίρετε.» διὰ τί; ὅτι ἐποίησεν ὁ θεὸς καλὰ καὶ μεγάλα ὑπὲρ ἡμῶν ἐν τῷ κυρίῳ.

 

περὶ τῆς χάριτος καὶ τῆς ἀγάπης καὶ τῆς κοινωνίας

λαλῶ ὧδε περὶ εὐλογίας παρὰ τοῦ κυρίου Ἰησοῦ καὶ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡ εὐλογία ἐστὶν ἐν τῷ τέλει τῆς δευτέρας ἐπιστολῆς τοῦ Παύλου πρὸς τοὺς Κορινθίους.

 

 

 

ἄξιος εἶ λαβεῖν τὸ βιβλίον

ὧδε λαλῶ περὶ τῶν παθημάτων τοῦ Ἰησοῦ ἐξ ἀγάπης. ἐσφάγη ὡς ἀρνίον ὑπὲρ ἡμῶν διὰ τὴν ἀγάπην. τοῦτ᾽ ἔστιν ἀπέθανεν ὡς πρόβατον ἐπὶ θυσιαστηρίου ὅτι ἤγαπησεν τοὺς μαθητὰς αὐτοῦ καὶ πάντας τοὺς ἁμαρτωλούς. καλὸν οὖν ἐστιν ἡμῖν γινώσκειν αὐτὸν καὶ εἶναι ὡς αὐτός ἐστιν.

 

vineyard and man shutterstock_1186697224.jpg

ὁ οἰκοδεσπότης καὶ ὁ υἱὸς καὶ

ὁ ἀμπελών

ἐν τῇ παραβολῇ τοῦ ἀμπελῶνος διδάσκει ὁ Ἰησοῦς περὶ τῆς βασιλείας τῶν οὐρανῶν. διὰ τί διηγεῖται ὁ Ἰησοῦς περὶ ἀμπελῶνος; πόθεν ἔρχεται ἡ εἰκὼν τοῦ ἀμπελῶνος; καὶ διὰ τί δείκνυσιν ἡμῖν ὁ Ἰησοῦς ὅτι ἀποκτείνουσιν οἱ γεωργοὶ πολλοὺς δούλους καὶ τὸν υἱὸν τοῦ οἰκοδεσπότου;

 

 

περὶ τῶν σπλάγχνων τοῦ θεοῦ

διηγοῦμαι ὀλίγον περὶ ἐμαυτοῦ καὶ περὶ τοῦ κυρίου μου Ἰησοῦ τοῦ Μεσσίου. δείκνυμι μικρόν τι ὃ συντηρῶ ἐν τῇ καρδίᾳ μου ἐκ τῆς περιοχῆς περὶ τῆς ἀναστάσεως τοῦ νεκροῦ νεανίσκου ἐν τῇ Ναΐν (τὸ εὐαγγέλιον κατὰ Λουκᾶν ζ´). βλέπομεν ἐν τούτῳ τῷ διηγήματι τὰ σπλάγχνα τοῦ θεοῦ ἐν τῷ Ἰησοῦ. καὶ μανθάνομεν πῶς πολύσπλαχνός ἐστιν ὁ θεός.

 

εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.

— Ἰησοῦς, κατὰ Λουκᾶν θ´