ἀγωγὴ περὶ τοῦ ὀγδόου κεφαλαίου

καὶ τοῦ ἐνάτου ἐκ τοῦ εὐαγγελίου

κατὰ Μαθθαῖον

μάθετε περὶ τῆς γλώσσης ἐν τῷ εὐαγγελίῳ κατὰ Μαθθαῖον καὶ περὶ τῶν ἔργων ἃ ἐποίησεν ὁ Ἰησοῦς καὶ περὶ τῶν ῥημάτων ἃ εἶπεν.

20140301_Trade-151_0124-copy.jpg

κεφάλαιον η´ καὶ θ´

ἀναγνωσόμεθα τὸ ὄγδοον κεφάλαιον καὶ τὸ ἔνατον ἐκ τοῦ βιβλίου τοῦ εὐαγγελίου κατὰ Μαθθαῖον.

 

δεκατέσσαρες συναντήσεις

ἅπαξ τῆς ἑβδομάδος ὡς δύο ὥρας ὀψόμεθα ἀλλήλους.

ἡ πρώτη συνάντησις γενήσεται τοῦ Σεπτεμβρίου

οὔπω ἐξελεξάμεθα τὴν ἡμέραν κατ᾽ ἑβδομάδα, ὅτε συναντήσομεν. ἐκλεξόμεθα ταύτην ὁμοῦ.

 

τί μαθήσεσθε;

 
figs_Israel_ΟΜΙΛΕΙΝ.jpg

λέξεις καὶ φράσεις

μαθήσεσθε πολλὰς λέξεις καινὰς καὶ φράσεις. ἕξετε ἀφορμὴν χρῆσθαι ταῖς καιναῖς λέξεσιν ἐν τῷ λαλεῖν ὑμᾶς μετ᾽ ἄλλων καὶ μετ᾽ ἐμοῦ.

scriptures_scroll_ΟΜΙΛΕΙΝ.jpg

διηγήματα περὶ τοῦ χριστοῦ

ἀναγνωσόμεθα καὶ λαλήσομεν περὶ τοῦ Ἰησοῦ ἐκ τοῦ ὀγδόου κεφαλαίου καὶ τοῦ ἐνάτου ἐν τῷ βιβλίῳ τοῦ εὐαγγελίου κατὰ Μαθθαῖον. διηγήσεσθε τὰ διαγήματα ἐκ τοῦ εὐαγγελίου τοῖς ἰδίοις ῥήμασιν.

ἄλλα ἐκ τῶν γραφῶν

μαθήσεσθε περὶ διηγημάτων ὁμοίων καὶ περὶ διδαχῆς ὁμοίας ἐκ τοῦ τε νόμου καὶ ἐκ τῶν προφητῶν καὶ ἐκ τῶν ἄλλων γραφῶν. οὕτως ὄψεσθε ἄνωθεν τίς ἐστιν ὁ χριστὸς ὁ ἐλεῶν τοὺς ἀνθρώπους.

 

διὰ τί μανθάνομεν ὧδε;

θέλομεν ἀκολουθεῖν τῷ Ἰησοῦ ἐν παντί. μανθάνοντες οὖν ὀψόμεθα καλῶς τί ἐστιν τὸ εἶναι μαθητὴν τοῦ Ἰησοῦ.

ἀκουσόμεθα τῆς φωνῆς τοῦ κυρίου ἡμῶν ἐκ τῶν γραφῶν. καὶ θησόμεθα ἐν ταῖς καρδίαις ὅτι ποιήσομεν ἃ μανθάνομεν.

ἔτοιμοί ἐστε;

ἔλθετε δὲ καὶ μανθάνετε μετ᾽ ἐμοῦ ἐκ τοῦ εὐαγγελίου κατὰ Μαθθαῖον.

 

περὶ τῆς πίστεως

πολλοὶ μὲν ἐκ τῶν μετόχων πιστεύοντες εἰς τὸν Ἰησοῦν ἔσονται. καὶ ἐν τοῖς μαθήμασν προσεύχονται ὁ διδάσκαλος καὶ ἄλλοι, οἵτινες ἂν θελήσωσιν, καὶ λαλοῦσιν παρρησίᾳ περὶ τῆς πίστεως αὐτῶν. ἐγὼ Ἰσοκράτης ὁ διδάσκαλος τιμῶ τὸν Ἰησοῦν ἐν πᾶσιν. 

πάντας δὲ ἀποδεχόμεθα μετέχειν τῆς ἀγωγῆς, κἂν μὴ μαθητὰς τοῦ Ἰησοῦ τινας ὄντας. πάντες ἄνθρωποι ἀσμένως ἀποδεχθήσονται τιμώμενοι ἐν παντί. ἔρχεσθε καὶ μανθάνετε.

Jerusalem_old_city_ΟΜΙΛΕΙΝ.jpg