ἀγωγὴ περὶ τῆς ἐπιστολῆς πρὸς Φιλήμονα

καὶ τῆς τοῦ Ἰούδα ἐπιστολῆς

μάθετε περὶ τῆς γλώσσης ἐν τῇ τε ἐπιστολῇ πρὸς Φιλήμονα καὶ τῆς τοῦ Ἰούδα καὶ περὶ τῆς παρακλήσεως ἐν αὐταῖς. παρακαλεῖ μὲν γὰρ ὁ Παῦλος, ἵνα γένηται δοῦλος ἐλεύθερος, ὁ δὲ Ἰούδας, ἵνα ἐπαγωνίζωνται οἱ πιστοὶ τῇ ἁγίᾳ πίστει.

δύο ἐπιστολαί

ἀναγνωσόμεθα τὴν ἐπιστολὴν πρὸς Φιλήμονα καὶ τὴν ἐπιστολὴν τοῦ Ἰούδα καὶ λαλήσομεν περὶ πολλῶν εὑρισκομένων ἐν αὐταῖς.

 

δεκατέσσαρες συναντήσεις

ἅπαξ τῆς ἑβδομάδος ὡς δύο ὥρας ὀψόμεθα ἀλλήλους.

ἡ πρώτη συνάντησις γενήσεται τοῦ Σεπτεμβρίου

οὔπω ἐξελεξάμεθα τὴν ἡμέραν κατ᾽ ἑβδομάδα, ὅτε συναντήσομεν. ἐκλεξόμεθα ταύτην ὁμοῦ.

 

τί μαθήσεσθε;

 
figs_Israel_ΟΜΙΛΕΙΝ.jpg

λέξεις καὶ φράσεις

μαθήσεσθε πολλὰς λέξεις καινὰς καὶ φράσεις. ἕξετε ἀφορμὴν χρῆσθαι ταῖς καιναῖς λέξεσιν ἐν τῷ λαλεῖν ὑμᾶς μετ᾽ ἄλλων καὶ μετ᾽ ἐμοῦ.

scriptures_scroll_ΟΜΙΛΕΙΝ.jpg

ἐλευθερία καὶ πλάνη

ἀναγνωσόμεθα καὶ λαλήσομεν περὶ τῆς δυνάμεως ἐν τῷ εὐαγγελίῳ εἰς τὸ ἐλευθέρους γενέσθαι πάντας ἀφ᾽ ἁμαρτιῶν τε καὶ ἀπὸ δουλείας. διαλεχθησόμεθα καὶ περὶ πλάνης ἐν τῇ ἐκκλησίᾳ. τί ἐστιν; καὶ πῶς ὀφείλομεν πρὸς τοὺς πλάνους καὶ τοὺς πλανωμένους ἀναστρέφεσθαι.

ἐξηγήσεσθε δὲ τοὺς πρωτείους τόπους ἐκ τῶν ἐπιστολῶν τοῖς ἰδίοις ῥήμασιν.

ἄλλα ἐκ τῶν γραφῶν

μαθήσεσθε περὶ διηγημάτων ὁμοίων καὶ περὶ διδαχῆς ὁμοίας ἐκ τοῦ τε νόμου καὶ ἐκ τῶν προφητῶν καὶ ἐκ τῶν ἄλλων γραφῶν. οὕτως διασαφήσομεν τί λέγουσιν ὁ Παῦλος καὶ ὁ Ἰούδας.

 

διὰ τί μανθάνομεν ὧδε;

θέλομεν ἀκολουθεῖν τῷ Ἰησοῦ ἐν παντί. μανθάνοντες οὖν ὀψόμεθα καλῶς τί ἐστιν τὸ εἶναι μαθητὴν τοῦ Ἰησοῦ.

ἀκουσόμεθα τῆς φωνῆς τοῦ ἁγίου πνεύματος ἐκ τῶν γραφῶν. καὶ θησόμεθα ἐν ταῖς καρδίαις ὅτι ποιήσομεν ἃ μανθάνομεν.

ἔτοιμοί ἐστε;

ἐλθόντες δὲ μανθάνετε μετ᾽ ἐμοῦ ἐκ τῆς ἐπιστολῆς πρὸς Φιλήμονα καὶ τῆς τοῦ Ἰούδα ἐπιστολῆς.

 

περὶ τῆς πίστεως

πολλοὶ μὲν ἐκ τῶν μετόχων πιστεύοντες εἰς τὸν Ἰησοῦν ἔσονται. καὶ ἐν τοῖς μαθήμασν προσεύχονται ὁ διδάσκαλος καὶ ἄλλοι, οἵτινες ἂν θελήσωσιν, καὶ λαλοῦσιν παρρησίᾳ περὶ τῆς πίστεως αὐτῶν. ἐγὼ Ἰσοκράτης ὁ διδάσκαλος τιμῶ τὸν Ἰησοῦν ἐν πᾶσιν. 

πάντας δὲ ἀποδεχόμεθα μετέχειν τῆς ἀγωγῆς, κἂν μὴ μαθητὰς τοῦ Ἰησοῦ τινας ὄντας. πάντες ἄνθρωποι ἀσμένως ἀποδεχθήσονται τιμώμενοι ἐν παντί. ἔρχεσθε καὶ μανθάνετε.

Jerusalem_old_city_ΟΜΙΛΕΙΝ.jpg